Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.118 Joseph. BJ 3.126 (English) >>Joseph. BJ 3.133

3.123ἔπειτα αἱ σημαῖαι περιίσχουσαι τὸν ἀετόν, ὃς παντὸς ἄρχει Ῥωμαίοις τάγματος, βασιλεύς τε οἰωνῶν ἁπάντων καὶ ἀλκιμώτατος ὤν· δὴ καὶ τῆς ἡγεμονίας τεκμήριον αὐτοῖς καὶ κλῃδών, ἐφʼ οὓς ἂν ἴωσιν, τοῦ κρατήσειν δοκεῖ. 3.124τοῖς δὲ ἱεροῖς ἠκολούθουν οἱ σαλπιγκταί, καὶ κατόπιν αὐτῶν φάλαγξ τὸ στῖφος εἰς ἓξ πλατύνασα. τούτοις παρείπετό τις ἑκατόνταρχος ἐξ ἔθους τὴν τάξιν ἐπισκοπούμενος. 3.125τὸ δʼ οἰκετικὸν ἑκάστου τάγματος ἅπαν τοῖς πεζοῖς εἵπετο, τὰς ἀποσκευὰς τῶν στρατιωτῶν ἐπὶ τοῖς ὀρεῦσιν καὶ τοῖς ὑποζυγίοις ἄγοντες· 3.126κατόπιν δὲ πάντων τῶν ταγμάτων μίσθιος ὄχλος, οἷς οὐραγοὶ πρὸς ἀσφάλειαν ἠκολούθουν πεζοί τε καὶ ὁπλῖται καὶ τῶν ἱππέων συχνοί. 3.127

Οὕτως ὁδεύσας Οὐεσπασιανὸς μετὰ τῆς δυνάμεως εἰς τοὺς ὅρους ἀφικνεῖται τῆς Γαλιλαίας, ἔνθα καταστρατοπεδευσάμενος ὡρμημένους εἰς πόλεμον τοὺς στρατιώτας κατεῖχεν, ἐπιδεικνύμενος τὴν στρατιὰν εἰς κατάπληξιν τοῖς πολεμίοις καὶ μετανοίας καιρὸν διδούς, εἰ πρὸ μάχης μεταβάλοιντο· ἅμα δὲ καὶ πρὸς

-- --

πολιορκίαν τῶν ἐρυμάτων ἐξηρτύετο. 3.128μετάνοιαν μὲν οὖν τῆς ἀποστάσεως ὀφθεὶς στρατηγὸς πολλοῖς ἐνειργάσατο, κατάπληξιν δὲ πᾶσιν· 3.129οἱ μὲν γὰρ περὶ τὸν Ἰώσηπον ἐστρατοπεδευκότες οὐκ ἄπωθεν τῆς Σεπφώρεως παρὰ πόλιν Γαρὶν καλουμένην ἐπεὶ πλησιάζοντα τὸν πόλεμον ἤκουσαν ὅσον τε οὔπω τοὺς Ῥωμαίους συμμίξοντας σφίσιν, οὐ μόνον πρὸ μάχης, ἀλλὰ καὶ πρὶν ἰδεῖν τοὺς ἐχθροὺς διασκίδνανται φυγῇ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.118 Joseph. BJ 3.126 (English) >>Joseph. BJ 3.133

Powered by PhiloLogic